Ancient Greek
183.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 183.1
Unproofread scanNot analysed yet
μιγνύμεναι δὲ τοῖς τέμνουσι καὶ ῥύπτουσι φαρμάκοις οὐ μικρὸν 3 ὠφελὸς εἰσιν. Τὸ μελίχρατον ἀνεπιτηδεῖον οἷς εἰς ὀχον ἥρθη τὰ σπλάγχνα σκιρρούμενα καὶ οἰδισκόμενα καὶ φλεγμαίνοντα, ταχέως 4 τοῦ μέλιτος εἰς χολώδη χυμὸν μεταβάλλεσθαι πεφυκότος. Μήκανος 5 σπέρμα ἐπισχετικόν ἐστι τῶν ἐκ τοῦ φαίραχος. Οἱ λιπαραὶ φοίνι- 6 κες καὶ γλυκεῖς ἐμφρακτικοί, καὶ μᾶλλον οἱ χλωροί. Πάντα δὲ ὅσα διὰ ἰτριῶν καὶ σεμιδάλεως σκευάζεται ἐμφρακτικὰ καὶ σπληνὸς αὐξητικὰ καὶ λίθων ἐν νεφροῖς ποιητικά· ὁμοίως καὶ ἄλευρον πυροῦ 7 μετὰ γάλακτος. Καὶ χύνδρος δὲ ἀνεπιτηδεῖος τοῖς τε τὸ ἧπαρ εὐἐμφρακτον ἔχουσι, καὶ τοῖς τοὺς νεφροὺς πρὸς λίθων γένεσιν ἐπι- 8 τηδείοις. Οἶνος δὲ γλυκὺς ἐμφράττει καὶ τοὺς ὀχους τῶν σπλαγχνῶν αὐξάνει.