Ancient Greek
183.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 183.2
Unproofread scanNot analysed yet
κε'. Ὅσα βραδύπορα. 1 Πάντα ὅσα διὰ ἰτριῶν καὶ σεμιδάλεως σκευάζεται βραδύπορα· κύαμοι φρυγέντες, οἱ καθαροὶ τῶν ἄρτων, φακὴ τοῦ λέπτους ἀφηρημένη, ἐγκέφαλος, νωτιαῖος, ἧπαρ, καρδία, πυρίεφθος, ὤα ἐφθὰ, καὶ μᾶλλον ὀπίλα, καὶ ἔτι μᾶλλον ταγηνιστὰ, θέρμοι, φάσηλοι, πίσσοι, σήσαμον, ἐρύσιμον, βάλανοι, μήλα καὶ ἄπιοι αἱ μηδέπω πέπειροι, κεράτια, οἶνος γλυκὺς, καὶ μᾶλλον ὁ αὐστηρὸς καὶ μέλας 2 ἄνευ γλυκύτητος, καὶ ὁ παχύς καὶ νέος πᾶς. Καὶ ὕδωρ πᾶν βραδύτερον ἐστιν.