Ancient Greek
196.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 196.1
Unproofread scanNot analysed yet
ἄρτος ἀποβρεχέσθω ὑδατὶ θερμῷ ἄλλῳ καὶ ἄλλῳ συνεχῶς ἀποχεομένῳ · μὴ πᾶν δὲ τοῦ ἄρτου μέρος, ἀλλὰ τὸ ἔνδοθεν. Μέτρον δὲ τῆς 3 διαβροχῆς οὐ τὸ ἀνοιδησαὶ μόνον, ἀλλὰ καὶ τὸ ἀποπνεῦσαι τῆς ζύμης καὶ μηδὲν ἐκείνης ὀδωδέναι. Πτισάνης δὲ ἐψέσθω ἐν μέρος εἰς 4 5 πεντεκαίδεκα ὕδατος, ὑπολειπομένου δὲ κατὰ τὴν ἐψησιν τοῦ σέμπλου μέρους καὶ διηθουμένου. Καὶ ἰτρῖον δὲ καὶ ἄρτον ξηρὸν ἐψοῖς 5 ἂν λεπτὸν γεγόμενον σφόδρα καὶ τριβόμενον · ἐψέσθω δὲ ἐν ὕδατι καθαρωτάτῳ ἐπὶ πλεῖστον ὥστε ἐναωθῆναι. Ἔχετω δὲ ὀλίγον ἁλῶν 6 καὶ ἔστω ἀνέλαιον. Γίνεται δὲ καὶ ἀπὸ μαλάχης ρόφημα, τῶν φύλ- 7 10 λων ἐψομένων τῶν νεαρῶν χωρὶς τῶν ἰνῶν, ἔπειτα τριβομένων ἐν θυίᾳ, καὶ αὐθὶς ἐψομένων ὕδατι καὶ ἁλὶ καὶ ἐλαίῳ. Τὰ δὲ ῥῶά ἐψεῖν 8 δεῖ ἐν ὕδατι κινούντας ἀδιαπαύτως αὐτά · οὐ γὰρ συνίσταται τὰ κινούμενα, οὔδὲ παχύνεται. Βέλτιον δὲ ἐν ὀξυκράτῳ ἐψεῖν · ἐπὶ γὰρ 9 μᾶλλον ὑγρά διαμένει.