Ancient Greek
197.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 197.1
Unproofread scanNot analysed yet
λη´. Περὶ μελικράτου. Τὸ μελίκρατον οὐ σᾶνυ τι τοῖς πικροχόλοις ὠφέλιμόν ἐστιν· ἐκχολοῦται γὰρ ἐν αὐτοῖς. Συμφέρει τοίνυν ὑδαρέστερον ἐπὶ τῶν τοιούτων φύσεων δίδοςθαι τὸ μελίκρατον. Ἄνεπιτήδειον δὲ καὶ τοῖς ἔχουσιν ἐν πείσει τὰ σπλάγχνα. Σκευάζειν δὲ δεῖ τὸ μελίκρατον μιγνύντας ὀκταπλάσιον τοῦ μέλιτος τὸ ὕδωρ, καὶ οὕτως ἐξῶντας ἄχρις ἂν ἀφρίζων παύσηται. Προσῆκει δὲ αἴρειν ἀπὸ αὐτοῦ συνεχῶς τὸν ἀφρὸν εὐθὺς ἅμα τῷ γεννᾶσθαι.