Ancient Greek
200.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 200.9
Unproofread scanNot analysed yet
ὑπάρχει τοῖς πίνουσι καὶ ὀφθῆναι καθαρόν. Ὅταν δὲ καὶ ὑποχωρή τὰ ὕμβρια καὶ γλυκύτατα καὶ λαμπρότατα καὶ λεπτότατα, διότι ὑπὸ τοῦ ἡλίου τὸ κουφότατον ἕλκεται καὶ λεπτότατον· ἀνάγει δὲ οὐκ ἐκ μόνων τῶν ἄλλων ὑδάτων, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάσσης καὶ τῶν σωμάτων αὐτῶν· διὸ καὶ εὐσηπτότατόν ἐστι πάντων, ὡς ἂν ὑπὸ διαφόρων καὶ πλειόνων ποιότητων συνιστάμενον. Μὴ τις δὲ ὑπολάβῃ κάκιον εἶναι τὸ εὐσηπίον ὕδωρ· τὸ γὰρ εὐαλλοίωτον πρὸς ἀρετῆς μᾶλλον ἐστὶν ἢ κακίας, ὥστε ὅταν ἔχῃ τὰ γνωρίσματα τῶν ἀρίστων ὑδάτων, κἂν εὐσηπίον ὑπάρχῃ, κάλλιστον ὑποληψέον. Σήπεσθαι δὲ ἀρχόμενον τοῖς πιοῦσιν αἴτιον βράγχων τε καὶ βηχῶν καὶ βαρυφωνίας καθίσταται. Τούτων δὲ τῶν ὑμβρίων ὑδάτων τὸ θερινὸν τοῦ λαιλαπώδους ἀμείνων ἐστίν, καὶ τὸ βρονταῖον. Τὰ δὲ ἀπὸ κρυστάλλων καὶ χιόνος πονηρότατα· κατὰ γὰρ τὴν πῆξιν τοῦ ὕδατος πᾶν τὸ λεπτομερέστερον ἐκθλίβεται. Καλῶς δὲ ἂν ἔχοι