Ancient Greek
203.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 203.1
Unproofread scanNot analysed yet
τὰ τε ἰλυώδη καὶ δυσώδη καὶ τὰ ποιότητας ἀτόπους ἔχοντα ταῖς ἐψήσεσιν ἐπὶ τὸ βέλτιον τρέποντας οὕτω πίνειν, καὶ κεραννύντας οἴνῳ, τὰ μὲν σιρυφᾶ τῷ γλυκυτέρῳ, τὰ δὲ ἄλλα τῷ σιρυφωτέρῳ· τὰ δὲ ὧν καὶ ἱθεῖν συμφέρει, τὰ ἰλυώδη· τὰ δὲ ἄλυκά καὶ ἀλφίτοις ἱθεῖν· τὰ δὲ ἄγαν ψυχρὰ μετὰ τροφὴν πίνειν, καὶ μηδὲ ἀθρόως, μηδὲ χανδόν, μηδὲ ἀοῖνα. Τινὲς δὲ ἐξευρήκασι βρωτὰ καὶ ἑωτὰ πρὸς τὰς τῶν ὑδάτων κακίας ἰάματα, καὶ οἱ μὲν ἐρεβίνθων ἀφεψήματα προπίνουσι, καὶ αὐτῶν ἐσθίουσιν, οἱ δὲ ναυκαλίδας ὡσαύτως μετὰ τινος ἰχθυδίου ἐφθοῦ, καὶ μάραρα ὁμοίως· οἱ δὲ τεύτλα καὶ κολοκύνθας προεσθίουσι μετὰ ἄλυπος οἴνου κεκραμένης.