Ancient Greek
203.3
Oribasius Med., Synopsis Ad Eustathium Filium 203.3
Unproofread scanNot analysed yet
7-8. ἀφεψήματα ad Eun. ; ἀφεψήματι F; α'. Περί τῶν συμβαινόντων ταῖς κυοῦσαι, καὶ πῶς αὐτὰς δεῖ διατᾶν. Τῶν συμπιπτόντων ταῖς κυοῦσαι ἐπειδὴ ταῦτα μάλιστα ἐνοχλεῖ, τὸ περισσοῖν καὶ συνεχὸς ἔμεῖν καὶ σιυελίζειν καὶ καρδιώσειν καὶ ἀποσιτεῖν, οὐ χεῖρον καὶ πρὸς ταῦτα ὑποθήκας γράψαι. Περίπατοι, σιτία μήτε ἄγαν σιρυφνὰ, μήτε ἄγαν γλυκέα, καὶ οἶνοι κιρρόι καὶ εὔοσμοι, πενταετεῖς μάλιστα, καὶ τὸ μέτριον πωτόν, ταῦτα πάντα τοῦ περισσοῖν καὶ τοῦ ἔμεῖν ἰάματα ἐσλιν· ὡς δὲ φάρμακα, πολύγονον μὲν τὴν σῶαν ἐν ὕδατι ἐζόντα πίνειν, καὶ ἄνηθον ὡσαύτως, καὶ τῆς ποντικῆς ῥίζης· καλεῖται δὲ ἐπίχωρίως ῥά· τοῦτο δὲ καὶ ἐπὶ τῷ σίτῳ καὶ πρὸ τοῦ σίτου λαμβάνειν· ἐξωθεν