Ancient Greek
21.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 21.1
Unproofread scanNot analysed yet
κατασκευὴ δύο εἰσὶν ὁδοὶ τῆς κενώσεως, διὰ φλεβοτομίας μὲν εἰ ἀκρατεῖς εἰεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς· ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσιν, ἐπὶ δὲ χρίσμασι διαφορητικοῖς ταχέως ἐκκενῶσαι τοῦ πλήθους, εἰ μὴ ἄρα σοι δόξειέ ποτε παχέος αἵματός εἶναι καὶ μελαγχολικοῦ πλεονεξία· τῇνικαῦτα γὰρ χρὴ φλεβοτομεῖν· τῶν δὲ ὠμῶν χυμῶν ἐπικρατούντων, πρὶν μὲν ἀρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκε- 5νῶσεις· ἤδη δὲ πυρετλούντων, οὐδὲ ὅλως. Εἰ δὲ τινες εὐάλωτοι μὲν εἰεν νοσήμασι, μηδέπω δὲ μηδὲν φαρεῖν σύμπτωμα, φλεβοτομεῖν 6χρὴ τούτους κατὰ τὴν ἀρχὴν τοῦ ἥρος. Καὶ ὅσοι δὲ κατὰ ἕκαστον 10ἔτος ἐν θέρει νοσοῦσι νοσήματα πληθωρινά, καὶ τούτους χρὴ φλεβοτομεῖν εἰσβάλλοντος ἥρος· ὡσαύτως δὲ καὶ ὅσοι κατὰ τὸ ἕαρ ἀλίσκονται τοῖς τοιούτοις νοσήμασιν· συμφέρει γὰρ τοῦτο ποιεῖν πρὶν ἀρξασθαι τὸ θέρος ἐν τοῖς τελευταίοις τοῦ ἥρος.