Ancient Greek
21.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 21.2
Unproofread scanNot analysed yet
2. ἀκρατῆς. . . ἐγκρατῆς Codd. η'. Περί ἐπαφαιρέσεως. Ἐπὶ ὧν μὲν κενώσεως χρεία πολλή, οὐκ ἰσχυρὰ δὲ ἡ δύναμις, 1 ἐπὶ τούτων προσῆκει ταμιεύεσθαι τὴν κένωσιν, καὶ τὴν πρώτην ἀφαίρεσιν ἐλλιπεσίεραν ποιησάμενον, ἐπαφαίρειν αὖθις · εἰ δὲ βούλει, καὶ τρίτον, ὥσπερ ἀμέλει καὶ ἐπὶ τῶν πλήθος ἔχοντων ὠμο- 5 τέραν χυμῶν. Ὅταν δὲ ἡ ζέοντος αἵματος πλήθος ἀνάπλον ὀξὺτατον 2 πυρετὸν, ἀθρόας ἐστὶ κενώσεως χρεία, καὶ χρὴ πειρᾶσθαι κενοῦν ἄχρι λιποθυμίας, ἐπισκεψάμενον τὴν ῥώμην τῆς δυνάμεως, ὥστε ἐνίων οἶδα κοτύλας ἐξ ἀφελῶν εὐθέως, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις τέμνειν ἐνίοτε φλέβα. Προσέχειν μέντοι καλῶς ἔχει τῇ 3 10 καθαίρεσι τῶν σφυγμῶν ἐφαπλόμενον αὐτῶν ἐπὶ ρέοντος τοῦ αἵματος, μὴ πότε λάθης σαυτὸν ἀντὶ λιποθυμίας θάνατον ἐργασάμενος.