Ancient Greek
23.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 23.1
Unproofread scanNot analysed yet
θ'. Περί μέτρου κενώσεως αἵματος. 1 Μέγεθος νοσήματος καὶ ῥώμη δυνάμεως οἱ πρῶτοι σκοποὶ φλε- 2βοτομίας εἰσίν, οὓς αὐξανομένους μὲν ἐνδεικνυσθαι πλείονα κένωσιν, 3μὴ αὐξανομένους δὲ καθαίρειν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώ- 4σεως, εἰς ὅσον ἐμειώθησαν οὗτοι. Συνεπισκέπτεσθαι δὲ ἐφεξῆς 5ὁποία τίς ἐστὶν ἡ φύσις τἀνθρώπου· τοὺς μὲν γὰρ μεγάλας ἔχον- 6τας φλέβας, ἰσχυροὺς τε μετρίως καὶ μὴ λευκοὺς, μηδὲ ἀπαλοσάρ- 7κους, ἀφειδέστερον κενώσεις· τοὺς δὲ ἐναντίους φειδομένως· αἵμα 8τε γὰρ ὀλίγον ἔχουσι καὶ εὐδιαφόρητοι τυγχάνουσιν. Κατὰ τὸν αὐ- 9τὸν οὖν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτομήσεις ἄχρι τεσσαρεσκαϊ- 10δεκαετοῦς ἡλικίας· μετὰ δὲ ταύτην, ἐὰν ἠθροικότες ὡσι πλῆθος 11αἵματος, καὶ ἡ ὥρα τοῦ ἔτους ἕαρινὴ, καὶ τὸ χωρίον εὖκρατον, καὶ 12ἡ τοῦ παιδὸς φύσις εὐαἱμος, ἀφαίρήσεις αἵματος· ἐπὶ δὲ μᾶλλον, 13εἰ νόσημά τι σφοδρὸν ἐφεδρεύοι. Κενώσεις δὲ τὸ πλεῖστον ἄχρι