Ancient Greek
253.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 253.1
Unproofread scanNot analysed yet
πολυσαρκοτέρα τῆς ἀρίστης κράσεως ἐστίν· ἐπὶ πλεῖστον δὲ αὐξη- 19θεῖσα τοῖς ὀππεδονώδεσιν ἐτοίμως ἀλίσκεται νοσήμασιν. Εἰ δὲ ὀλίγῳ μὲν ὑγροτέρα, παμπόλλῳ δὲ εἴη θερμότερα, μαλακώτεροι μὲν ὀλίγῳ τῶν συμμετρῶν οἱ τοιοῦτοι καὶ σαρκοδέστεροι· λασιώτεροι δὲ οὐκ ὀλίγῳ, καὶ μὲν δὴ καὶ ἀπλομένοις οὐκ ὀλίγῳ θερμό- 20τεροι. Εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατὰ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἔχουσι τὸ σῶμα, καὶ λευκὸν, ἁμὺν τε καὶ ἀναρθρον, καὶ ἄχρουν καὶ ἄτριχον, ἀπλομένοις τε ψυχρόν· ἡ τιμελὴ δὲ ὅμως αὐτοῖς, καίτοι γε ἰσχροῖς οὖσι, παρέσπαρται τῇ σαρκί· τὰ δὲ τῶν τριχῶν καὶ τῆς χρώας ἀνάλογον τῷ μέτρῳ τῆς ψυχρότητος· τὸ δὲ τῆς ψυχῆς ἦθος ἀτολμον καὶ δειλὸν καὶ δύσθυ- 21μον. Συλλήβδην δὲ εἰπεῖν, ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων ἀεὶ τῆς ἐπικρατοῦσας ποιότητος ἐπικρατήσει τὰ γνωρίσματα.