Ancient Greek
254.1 to 254.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 254.1-9
Unproofread scanNot analysed yet
με'. Περὶ διαπλάσεως τῆς κεφαλῆς. κατὰ ἰνίον ἢ μέτωπον ἐξοχήν, ἢ πειρατέρω τοῦ προσήκοντος πύξημένην. Ὡς τὸ πολύ μὲν οὖν, ὥσπερ τὴν μεγάλην, οὕτω καὶ ταύτας Ἡ μὲν μικρὰ κεφαλὴ μοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον σημεῖον· ἡ μεγάλη δὲ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς· εἰ μὲν γὰρ διὰ ῥώμην ἔγινετο τῆς ἐγχαρίου δυνάμεως ὕλην χρησίμην τε καὶ πολλὴν δημιουργούσης, ἀγαθὸν σημεῖον· εἰ δὲ διὰ τὸ μόνης τῆς ὕλης πλῆθος, οὐκ ἀγαθόν. Διοριστέον οὖν αὐτὰ ἐστὶ τῷ τε σχήματι καὶ τοῖς ἀπὸ αὐτῆς πεφυκόσιν· τῷ σχήματι μὲν, εἰ εὐρυθμος· ἀεὶ γὰρ ἀγαθὸν τοῦτο σημεῖον· τοῖς πεφυκόσι δὲ, εἰ ἀριστα διακείται, καὶ εἰ τὸ νευρώδες αὐτῶν σύμπαν εὐτραφές τέ ἐστι καὶ εὐτόνον, καὶ εἰ δριμῦ δεδορκότες εἰσιν οἱ ὀφθαλμοί. Αἱ δὲ φοζαὶ ἔλλείπουσαν ἔχουσι τὴν εὐρήσομεν μεμπλᾶς · ἐν δὲ τῷ σπανίῳ καὶ τούτων γίνονται τινες ἀγαθαί, τῆς διαπλατιούσης δυνάμεως ἰσχυρᾶς ὑπαρχούσης.