Ancient Greek
255.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 255.2
Unproofread scanNot analysed yet
μζ’. Ἐγκεφάλου κράσεως γνωρίσματα. 1 Ὁ μὲν εὖκρατος ἐγκέφαλος μετριῶς ἔχει ταῖς ψυχικαῖς ἐνεργείαις καὶ τοῖς περιττώμασιν, ἥκιστά τε βλαβήσεται πρὸς ἀπάντων τῶν 2 ἔξωθεν. Τοῖς τοιούτοις αἱ τρίχες τῆς κεφαλῆς βρέφεσι μὲν οὖσιν ὑπόπυρροί, παισὶ δὲ ὑπόξανθοι, τελειουμέναις δὲ γίνονται ξανθαί, μεταξὺ πως οὖσαι τῶν τε ἀκριβῶς οὐλῶν καὶ τῶν ἀπλῶν · οὐ μὴν 3 οὐδὲ φαλακροῦνται ῥάδιως. Εἰ δὲ θερμότερος εἴη τοῦ μέτρου, ἐρυθρότερα καὶ θερμότερα τὰ περὶ τὴν κεφαλὴν ἔσται σύμπαντα, καὶ αἰσθηταὶ μὲν ἐν τοῖς ὀφθαλμοῖς αἱ φλέβες · αἱ δὲ τρίχες τούτοις γενηθεῖσι ταχέως ἐπὶ τῆς κεφαλῆς φύονται, καὶ πολλῷ μὲν οὖσι θερμοτέροις μέλαιναί τε καὶ ἰσχυραὶ καὶ οὐλαί, μὴ πολλῷ δὲ ὑπόξανθοι