Ancient Greek
258.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 258.1
Unproofread scanNot analysed yet
Θερμαινόντων τε καὶ ὑγραίνοντων βλαπτομένων· οὐ μὴν οὐδὲ ἐγρη- 13 γορέναι δύνανται μέχρι πλείονος, καὶ ταῖς αἰσθήσεσιν οὐκ ἀκριβεῖς εἰσιν. Αἱ ψυχραὶ δὲ ἅμα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλήν· εἰσὶ δὲ αἱ τοιαῦται κράσεις 5 καὶ ἀφλεβοὶ τοὺς ὀφθαλμοὺς, καὶ ὑπὸ τῶν ψυχρῶν αἰτίων ἕτοιμως βλάπτονται· διὸ καὶ ἀνωμάλως ὑγιαίνουσιν. Αἱ δὲ αἰσθήσεις αὐτοῖς 14 ἐν νεότητι μὲν ἀκριβεῖς εἰσι καὶ ἄμεμπτοι τὰ πάντα· προοῦσι δὲ ἀπομαραίνονται τε ταχέως, καὶ συλλήθην εἰπεῖν, ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἀπαντὰ εἰσιν· αἱ τρίχες δὲ αὐτοῖς γεννηθεῖσι μὲν 10 ἀνέρχονται μόγις, ἄτροφοι δὲ καὶ συρραφαί. Αἱ δὲ ὑγραὶ καὶ ψυχραὶ 15 κράσεις ἐγκεφάλου κωματώδεις ἐργάζονται καὶ ὑπνηλοὺς καὶ φαύλους ταῖς αἰσθήσεσι, καὶ περιττωματικούς, εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλήν, εὐαλότους τε καταρροῖς καὶ κορύζαις· οὐ μὴν οὐδὲ φαλακροῦνται γε οἱ τοιούτοι.