Ancient Greek
259.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 259.1
Unproofread scanNot analysed yet
μζ'. Γαστρὸς κράσεως γνωρίσματα. 1 Γαστρὸς γνωρίσματα τῆς μὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίνοιτο, καὶ ὀλίγον αὐτοῖς ἀρκοιὶ τὸ πωτόν, καὶ βαρύνοντο τῷ πλεῖονι, καὶ κλύδωνας ἔχοιεν, εἰ ἐπιπολαζοι τὸ περιτεῦον αὐτοῖς, ἐδέσμασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δὲ, εἰ μήτε διψώδεις γίνοιτο, καὶ τὸ πλεῖον ὑγρὸν ἀλύπως φέροιεν, ἐδέσμασί τε 2 χαίροιεν ὑγροτέροις. Ἡ θερμότερα δὲ φύσει γαστὴρ πέττειν μὲν ἀμείνων ἢ ὀρέγεσθαι, καὶ μᾶλλον ὅσα σκληρὰ καὶ δυσῶλλοίωτα, χαίρουσα δὲ τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασιν· οὐδὲ ὑπὸ τῶν 3 ψυχρῶν οὐδὲν βλάπτεται κατὰ γε τὴν ἔμμετρον χρῆσιν. Ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ ὀρεχθῆναι μὲν ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθὴ, καὶ μάλιστα ὅσα δυσῶλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεσμάτων ἐστίν·