Ancient Greek
262.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 262.9
Unproofread scanNot analysed yet
θρασύτητος. Ἔστι δὲ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ μάλιστα τὰ 2 ἀντιπράξειεν. Ἡ δὲ ψυχρότερα καρδία σφυγμοὺς ἔχει σμικροτέρους τῶν συμμετρῶν, δειλοὶ τέ εἰσι τὴν φύσιν οἱ τοιούτοι καὶ ἀτολμοὶ καὶ μεληταί, καὶ ψιλὸν ἐστὶν αὐτοῖς τὸ σῆρον. Ἡ δὲ ξηρότερα καρδία τοὺς σφυγμοὺς ἐργάζεται σκληροὺς, καὶ τὸν θυμὸν οὐχ ἕτοιμον, ἄγριον δὲ καὶ δυσκατάπαυστον · ὡς τὰ πολλά· δὲ καὶ ὅλον τὸ σῶμα ξηρότερον, εἰ μὴ τὰ κατὰ ἧπαρ ἀντιπράττοι. Ὑγροτέρας δὲ σημεῖα σφυγμοὶ μαλακοί, καὶ τὸ ἦθος εὐκίνητόν τε πρὸς ὀργὴν καὶ εὐκατάπαυσλον καὶ τὸ σύμπαν σῶμα ὑγρότερον, ὡλὴν εἰ μὴ τὰ κατὰ ἧπαρ ἀντιπράττοι. Θερμῆς δὲ καὶ ξηρᾶς οἱ σφυγμοὶ μεγάλοι καὶ σκληροὶ καὶ ταχεῖς καὶ πυκνοί, καὶ αἱ ἀναπνοαὶ μεγάλαί τε καὶ ταχεῖαι καὶ πυκναί. Ἄπάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ σῆρον εἰσὶ καὶ τὸ ὑποχόνδριον · εἰς δὲ τὰς πρᾶξεις ἀκνοὶ καὶ θυμικοί, καὶ θρασεῖς καὶ τυραννικοὶ τοῖς ἤθεσιν · καὶ γὰρ δεξίθυμοι καὶ δυσκατάπαυσλοι. Εἰ δὲ ὑγρότης ἐπικρατήσειεν ἅμα θερμότητι, λάσιοι μὲν ἧττον οὗτοι τῶν προειρημένων, ἕτοιμοι δὲ εἰς τὰς πρᾶξεις