Ancient Greek
264.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 264.1
Unproofread scanNot analysed yet
εἰσίν· οὐ μὴν ἄγριός γε ὁ θυμός, ἀλλὰ εἰς ὀργὴν μόνον ἐτοίμοι, καὶ οἱ σφυγμοὶ μεγάλοι καὶ μαλακοὶ καὶ ταχεῖς καὶ πυκνοί. Ὑγροτέρας δὲ οὖσης καὶ ψυχροτέρας οἱ μὲν σφυγμοὶ μαλακοί· τὸ δὲ ἦθος ἀτολμων καὶ δειλὸν καὶ ὀκνηρόν· εἰσὶ δὲ καὶ ψιλοὶ τριχῶν οὕτοι τὰ 5 στέρνα καὶ ἡμισία μηνιάσιν, ὥσπερ γε καὶ εἰς ὀργὴν οὐχ ἐτοίμοι. Ἡ ψυχρὰ δὲ καὶ ξηρὰ καρδία τοὺς μὲν σφυγμοὺς σκληροτέρους ἐργάζεται καὶ μικρούς· ἀοργητότατοι δὲ πάντων οὕτοι· ὀργισθέντες δὲ φυλάττουσι τὴν μῆνιν· εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα μάλιστα πάντων οὕτοι.