Ancient Greek
275.9
Oribasius Med., Synopsis Ad Eustathium Filium 275.9
Unproofread scanNot analysed yet
τοῦτο διὰ τε τῶν σιλυφόντων καὶ διὰ τῶν εἰς εὐεξίαν ἀγόντων τὸ τῆς σκευαζόμενον φάρμακον ἢ πικρά. Γλίσχρου δὲ ἄμα φλέγματος ἐμπεπλασμένου τῇ γαστρί, δοτέον αὐτοῖς πρότερον ὅσα τέμνει τοῦτο, κἄπειτα οὕτω καθαρτέον. Εἰ δὲ ἐπιτηδεῖως ἔχοι, διὰ ῥαφανίδων ἐμεῖτω. Εἰ δὲ μήτε γλίσχρος, μήτε παχύς εἴη ὁ χυμός, ἀρκεῖ καὶ ὁ ἀπὸ τοῦ χυλοῦ τῆς ψιζάνης ἔμετος, καὶ ὁ ἀπὸ τοῦ μελικράτου· πίνειν δὲ καὶ ἀψινθίου χυλὸν ἐν μελικράτῳ. Ἀνάλογον δὲ χρὴ καὶ τὰς ἐν τοῖς ἄλλοις μέρεσι γινομένας δυσκρασίας ἰᾶσθαι, τὰς ἐπιτηδεῖους ἔκροδάς εὑρίσκοντα τοῖς ὑγροῖς· εἰ δὲ μήτε κοιλότητα, μήτε ἔκροήν ἔχει τὸ μόριον αἰσθητήν, ἀτμοῖς καὶ ἰδρώσιν ἐκκενῶσαι χρὴ τοὺς πλεονάζοντας ἰχώρας ἢ χυμοὺς ἐν αὐτῷ, καθάπερ γε καὶ πνεῦμα φυσώδες ἢ τὸ περιεχόμενον.