Ancient Greek
277.1 to 278.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 277.1-278.1
Unproofread scanNot analysed yet
α'. Ὅτι τὰ κρίσιμα σημεῖα ἐν ἀρχῇ φαινόμενα μοχθηρά. 1 Πέψεως μὲν οὐκ ἔστιν ὅτε κακῶς ἐπιφαίνεται σημεῖα· τὰ κρίσιμα δὲ ἔστιν ὅτε κακῶς· οὔτε γὰρ ἐν ταῖς ἀρχαῖς, οὔτε ἐν ταῖς ἀναβάσεσιν, ἀλλὰ ἐν ταῖς ἀκμαῖς αὐτὰ φαίνεσθαι χρή. β'. Πῶς γενομένην ἀρίστην κρίσιν διαγιγνώσκειν χρή. 1 Εἰ μὲν ὁ τε πυρετὸς λύοιτο κρινομένῳ τῷ κάμνοντι καὶ τῶν ἄλλων ἀπαλλάττοιτο συμπτωμάτων, εὐχροώτερος τε γίνοιτο πρὸς λόγον τῆς κενώσεως, εὐσφυκτότερος τε καὶ ἰσχυρότερος ἐν ταῖς ἐξανασιλάσεσιν, αὐτὴ μὲν ἡ ἀρίστη κρίσις· εἰ δὲ τι τούτων ἔλλειποι, τοσοῦτον ἀποδεῖ τῆς ἀρίστης ἡλίκῃ ἂν ᾖ τοῦ λείποντος ἡ δύναμις.