Ancient Greek
278.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 278.2
Unproofread scanNot analysed yet
γ'. Πῶς ἐσομένην κρίσιν προγιγνώσκειν χρή. Εἰ μὲν ἐπεῖγοντο καὶ προλαμβάνοιεν οἱ παραξυσμοὶ καὶ σφο- 1 δρότεροι γίγνοιτο πολλῷ καὶ διὰ τρίτης ἀπαντήσεν, ἐν τάχει τὸ νό- 5 σημα κριθήσεσθαι δηλοῦσιν· εἰ δὲ ἀργῶς κινοῦντο, καὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν, ἐπὶ ἑκάστης τε γίγνοιτο ἡμέρας, μετὰ πλεῖονα χρόνον ἔσεσθαι σημαῖνουσι τὴν κρίσιν. Καὶ τῶν ἐπὶ ρίγεσι σφοδροῖς 2 πυρετλόντων οὐχ οἷόν τε λύσιν γενέσθαι πρὸ τοῦ πραϋνθῆναι τὸ ρίγος· τούτου γὰρ μηδὲν ἐνδιδόντος ἀδύνατόν ἐστιν ἤδη τὴν ἀκμὴν 10 ἀπειληφέναι τὸ νόσημα, καὶ δῆλον ὅτι πολλῷ μᾶλλον οὐδὲ τὴν παρακμὴν ἐλπίζειν χρή.