Ancient Greek
293.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 293.2
Unproofread scanNot analysed yet
ιβ' Τεταρταίων διάγνωσις. Ὁ τεταρταῖος τὴν εἰσβολὴν ποιεῖται μετὰ πολλῆς καταψύξεως, ἄτε ἐκ ψυχροῦ χυμοῦ, τῆς μελαίνης χολῆς, τὴν γένεσιν ἔχων, ἀλλὰ καὶ τὸ θερμὸν καὶ διακαὲς οὐκ ἔχει τοῦ πυρετοῦ καθάπερ ὁ τριταῖος. Ἄλλὰ οὐδὲ χολῆς ἔμετος παρακολουθεῖ. Ἐπὶ τούτοις εἰ λευκὰ καὶ λεπτὰ καὶ ὑδατώδη τὰ οὖρα τυγχάνοι, τεταρταῖος ἂν εἴη ὁ πυρετός. Ἐξαιρετον δὲ ἂν εἴη τεταρταίου γνῶρισμα μέγας καὶ ἀραὶδος σφυγμός.