Ancient Greek
293.4
Oribasius Med., Synopsis Ad Eustathium Filium 293.4
Unproofread scanNot analysed yet
ιγ' Θεραπεία τεταρταίου. Τοὺς τεταρταῖον νοσοῦντας ψρᾶως ἄγειν χρῆ, μήτε φάρμακον μηδὲν ἰσχυρὸν προσάγοντας, μήτε κένωσιν, εἰ μὴ τι ἄρα σφόδρα φαίνοιτο πλεονάζον αἷμα, ἡνίκα χρὴ φλεβοτομεῖν· δίαιταν δὲ ἄφυσον καὶ χρησίην προσάγειν, καὶ μαλάττειν τὴν γαστέρα διὰ τῶν συνηθῶν· εἰ δὲ μηδὲν ἄνυει ταῦτα, κλύσμασι χρῆσθαι, κατὰ ἀρχὰς μὲν μαλακοῖς, ὕστερον δὲ καὶ δριμυτέροις· χοιρείων δὲ κρεῶν εἴργειν αὐτοὺς καὶ πάντων ὅσα γλίχρα καὶ βραδύπορα καὶ τῶν ψυχόντων καὶ ὑγραίνοντων ἐδεσμάτων ἀπάντων· οἴνῳ δὲ χρῆσθαι λεπτῷ καὶ λευκῷ καὶ συμμετρῶς θερμῷ· ταρίχει δὲ καὶ νάπυι χρῆσθαι καὶ διὰ ἡμερῶν τινων τοῦ διὰ τριῶν πεπέρεων λαμβάνειν, ἢ τοῦ διοσπολιτικοῦ φαρμάκου. Καὶ εἰ πεπέρεως δὲ μόνου σὺν ὕδατι λαμβάνοιεν κατὰ ἑκάστην ἡμέραν, ὀρθῶς ἂν ποιοῖεν. Εἰ δὲ ἐν ἀκμῇ τοῦ νοσήματος ὁ κάμνων εἴη, τότε χρὴ δίαιτάν μὲν λεπτότερον, εὐθὺς δὲ καὶ ἡσυχάζειν κελεύειν ἐς μακρὸν καὶ τῶν σπλάγχνων προνοεῖσθαι διὰ τῶν μαλατίντων καὶ χαλώντων· ἐφεξῆς δὲ τοῖς οὐρητικοῖς φαρμάκοις