Ancient Greek
326.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 326.2
Unproofread scanNot analysed yet
μ'. Περὶ ναυτίας. 5 . Ὅταν χωρὶς τοῦ προστενεχθῆναί τι ναυτιώδης ὁ κάμνων γένηται, πρόδηλον οἶμαι λογίσασθαι μοχθηροὺς χυμοὺς ἀνιᾶν τὴν γαστέρα. Τινὲς δὲ σπαράττονται μὲν, ἐμοῦσι δὲ οὐδὲν, ἐν αὐτοῖς τοῖς χιτώσιν ἀναπεπωμένου τοῦ χυμοῦ. Φλεγματώδεις μὲν οὖν ὄντας τοὺς χυμούς πέττειν χρὴ ἐν ἡσυχίᾳ φυλάττοντας τὸν ἄνθρωπον καὶ ἀσιτία καὶ ὕπνοις · τοὺς δὲ λεπτοτέρους ἔμετος ἐκβάλλει, ὥστὲ μὲν ἐπὶ τῷ τῆς ὠλισάνης χυλῷ γενομένους ἢ μελιχράτῳ · ὅσοι δὲ γλίσχροι τέ εἰσι καὶ παχεῖς τῶν λεπνυνόντων χρήζουσιν.