Ancient Greek
327.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 327.1
Unproofread scanNot analysed yet
μα'. Πῶς χολημεσίαν θεραπευτέον. Ἐκ τῶν Φιλουμένου. Τοῖς χολημετοῦσι καταπλάσμα προστενεχτέον διὰ φοινίκων, ἢ σιδίων, ἢ κηκίδος ἠψημένων ἐν οἴνῳ ἢ ὀξυκράτῳ καὶ συλλειειωμένων ἄρτῳ· καὶ ἀκανία δὲ καὶ ὑποκιστὶς καὶ βαλαύστιον καὶ ῥόους συμπλεκέσθω τῷ καταπλάσματι. Καὶ σικύα δὲ προσβαλλομένη μεγάλως ὠφελεῖ μετὰ φλογὸς πολλῆς. Τὴν δὲ τροφὴν πολλάκις κατὰ βραχὺ δώσομεν. Ἐπὶ δὲ τῶν χολὴν μέλαιναν ἐμοῦντων καὶ φυσωμένων τὸν στόμαχον σπόγγους ὀξεί δριμυτάτῳ θερμῷ βεβρεγμένους ἐντίθει, ἢ κισσοῦ φύλλοις ἔφθοις ἐν οἴνῳ καταπλάσσε.