Ancient Greek
351.1 to 351.8
Oribasius Med., Synopsis Ad Eustathium Filium 351.1-8
Unproofread scanNot analysed yet
23 Ἐλαίας ἀπαλοῖς φύλλοις ἐφθοῖς ἐν οἴνῳ λείοις ὡσαύτως χρῶ· κατανα- μέλαινα τῇ χροιᾷ γίνεται, καὶ στίλβουσα σαραπλησίως ἀσφάλτῳ 24 τλητέον δὲ θαλάσσῃ θερμῇ. Τοὺς δὲ σκυλήκας τοὺς ἐν τοῖς σπηδονώδεσιν ἕλκεσι χυλὸς καλαμίνθης ἀναιρεῖ. ιβʹ. Πρὸς ἄνθρακας. 1 Τοὺς δὲ ἄνθρακας μελαγχολικὸν τὸ αἷμα γενόμενον καὶ ἀναζέσαν, ἐπιφλέξαν τε τὸ δέρμα ποιεῖ· διὸ καὶ σὺν ἐσχάρᾳ γίνονται, φλυκταίνης προηγησαμένης τοῦ ἕλκους ὡς ἐπὶ τῶν πυρικαύτων, πυρε- 2 τὸν τε ὀξύτατον καὶ κίνδυνον ἐπάγουσι ταχύν. Κνησαμένων δὲ ἐνίοτε καὶ πλείους συνίστανται φλύκταιναι σμικραὶ καὶ πυκναὶ καὶ συνεχεῖς ὁμοιαὶ κέγχροις, αἵτινες ῥηγνύμεναι ποιοῦσιν ὁμοίως ἐσχαρώδες τὸ ἕλκος, τῇ χροιᾷ ποτὲ μὲν τεφρώδους γενομένης τῆς ἐσχάρας, ποτὲ δὲ μελαίνης· ἡ δὲ ἄλλη σὰρξ κύκλῳ φλογώδης ἰσχυρῶς καὶ