Ancient Greek
352.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 352.1
Unproofread scanNot analysed yet
καὶ πίσση· τοιαύτη δέ ἐστιν ἡ ἀκριβῶς μέλαινα χολή. Θεραπεύοντας δὲ τὸ τοιούτων πάθος ἀπὸ φλεβοτομίας ἄρχεσθαι προσήκει καὶ κενοῦν μέχρι λιποθυμίας. Καὶ μὴν καὶ ἀποσχαζειν μετὰ φλεβοτομίαν οὐκ ἀνάρμοστον βαθυτέραις ταῖς ἀμυχαῖς χρωμένους διὰ τὸ τοῦ χυμοῦ πάχος. Κατὰ δὲ τοῦ πεπονθότος τοῖς ἀποκρουομένοις μετρίως καὶ διαφοροῦσι χρησόμεθα· τοιούτων δέ ἐστι τὸ διὰ ἀρνογλώσσου καὶ φακῆς ἐφθῆς κατάπλασμα λαμβάνον ἄρτον κλιδανίτου τὸ ἄπαλόν, μήτε ἄγαν καθαροῦ, μήτε ῥυπαροῦ. Κατὰ αὐτοῦ δὲ τοῦ ἔλκους ἐπιθήσομεν τῶν σφοδρῶν τι φαρμάκων, οἷον ἐστὶ τὸ Ἄνδρανός, ἀνιέντες σιραῖω ἄχρι γλοιώδους συσλάσεως. Παυσαμένης δὲ τῆς φλογώσεως τοῖς ἄλλοις ἔλκεσιν ὁμοίως εἰς οὐλὴν ἄξομεν τὸ ἔλκος. Παλαιὰ κάρυα τὰ ἐλαιώδη πρὸς ἄνθρακας ποιεῖ, καὶ κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα καὶ ἄπαλα σφαίρια σὺν ἀλφίτοις, καὶ σταφὶς ἐκγεγιγαρτισμένη καὶ λειωθεῖσα, καὶ ἰσχάδες ἐφθαι ἐν οἴνῳ κοπεῖσαι.