Ancient Greek
353.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 353.1
Unproofread scanNot analysed yet
ιγ´. Πρὸς καρκίνους. 1 Καὶ οἱ καρκίνοι δὲ ἐκ μελαίνης χολῆς μὴ ζεούσης συνίστανται, μᾶν δριμυτέρα τύχῃ, μετὰ ἕλκους· διὰ τοῦτο κατὰ τὴν χρόαν μελάντεροι τῶν φλεγμονῶν εἰσι χωρὶς θερμότητος· αἱ φλέβες δὲ πληροῦνται καὶ τείνονται πλέον ἐπὶ αὐτῶν ἢ ἐπὶ τῶν φλεγμονῶν, οὔδ᾽ αὗται παραπλησίως ταῖς φλεγμοναῖς ἐρυθραὶ τυγχάνουσαι, 2 κατὰ τὸν χυμὸν δὲ τὴν χρόαν ἔχουσι. Διὰ δὲ τὸ πάχος τοῦ χυμοῦ τούτου καὶ ἀνίατος ὁ καρκίνος ἐστί, μήτε ἀποκρουσθῆναι δυνάμενος, μήτε διαφορηθῆναι, μήτε ἐπὶ ταῖς καθάρσεσιν ὅλου τοῦ σώματος εἴκων, καὶ τῶν μὲν πραοτέρων φαρμάκων ἐπιτιθεμένων καταφρονῶν, 3 ὑπὸ δὲ τῶν σφοδροτέρων παροξυνόμενος. Δυνατὸν μὴν τοὺς ἄρχομένους καρκίνους κωλύειν αὔξεσθαι καθαίροντας τὸν μελαγχολικὸν χυμὸν πρὶν ἐν τῷ πεπονθότι μορίᾳ σῆριχθῆναι· κενώσομεν δὲ ἢ