Ancient Greek
361.1 to 361.5
Oribasius Med., Synopsis Ad Eustathium Filium 361.1-5
Unproofread scanNot analysed yet
κακηθευόμενα · κηκίδων καὶ σιδίων ῥοιᾶς ὀξειᾶς καὶ λεπίδος ἐρυθροῦ χαλκοῦ καὶ ἰσχάδων κεκαυμένων τὸ ἴσον τρίψας καὶ μίξας μετὰ μέλιτος καὶ ἐγχριστοῦ σάχους ποιήσας μύτους ἐγχρίων ἐπιτίθει δις θεραπειῶν τῆς ἡμέρας καὶ ἐπιδέων, μὴ λιπαίνων, μηδέ βρέχων τοὺς τόπους · ἐὰν δὲ ὑγρὸν ᾖ, σπόγγιζε ἀποβρέχων τὸν σπόγγον ἐν οἴνῳ. ιθʹ. Περὶ τῶν ἐν ἄρθροις ἑλκῶν. 1 Τὰ ἄρθρα ξηρότερα τῶν σαρκωδῶν ἐστὶ μορίων · διόπερ ἑλκω- 2 θέντα ξηροτέρων χρήζει φαρμάκων. Καλῶς γοῦν ὁ τοῦ Πολυείδου τροχίσκος ποιεῖ μετὰ οἴνου τριβόμενος ἕως γλοιώδους συστάσεως, 3 καὶ τὰ ὁμοίως τούτῳ ξηραίνοντα. Καὶ ἁλάτῃ δὲ καὶ ἄλμῃ πολ- 4 λάκις αἰονήσαντες αὐτὰ βέλτιον ἑθεασάμεθα διατιθέμενα. Χρησιλέον οὖν ἐπὶ τῶν ἄρθρων καὶ τοῖς μᾶλλον ξηραίνουσιν.