Ancient Greek
362.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 362.1
Unproofread scanNot analysed yet
κ'. Περί αἱμορραγιῶν. Αἱμορραγίαις βοηθημά ἐστι τὸ ἐπιτηδεῖον σχῆμα τοῦ τετραμμένου μορίου· τοιούτον δέ ἐστι τὸ ἀνάρροπον μετὰ ἀνωδυνίας· τὸ γὰρ κατάρροπον ὀδυνηδές, καὶ κινήσειεν ἂν καὶ τὰς οὐκ οὔσας. Ἐπὶ τῶν τετρωμένων γοῦν καὶ αἱμορραγούντων ἐπίβαλε τὸν δάκτυλον εὐθὺς κατὰ τοῦ στομίου τοῦ αἱμορραγοῦντος ἀγγείου πρᾶως πιέζων καὶ ἀνωδύνας· θρόμβου γὰρ οὕτως ἐπιπαγέντος ἡ αἱμορραγία στήσεται. Μὴ ἐπισχεθείσης δὲ αὐτῆς οὕτως ἰσχαίμοις χρηστέον· κάλλιστα δέ ἐστιν αὐτῶν τὰ ἐμπλαστικὰ μᾶλλον τῶν ἐσχάρουντων· ἀποπιπλούσης γὰρ ἐνίοτε τῆς ἐσχάρης αἱμορραγήσαι πάλιν κίνδυνος. Ἄριστον δέ ἐστι τὸ καὶ πρὸς τὰς ἐκ μηνύγων αἱμορραγίας ωιοῦν· λιβανωτοῦ μέρος ἕν, ἀλὼς ἡμίσυ τῷ λευκῷ τοῦ ψοῦ ψυρόμενα ὡς μελιτάδῃ σύστασιν ἔχειν, εἶτα ἀναλαβανό-