Ancient Greek
363.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 363.1
Unproofread scanNot analysed yet
μενα λαγώαις Ἡριξί ταῖς μαλακωτάταις κἀπειτα τῷ ἀγγείῳ καὶ τῷ ἕλκει σπαντὶ πλεῖστον ἐπιτιθέμενον· ἔπειτα ἐξ ὀθόνης ἐπιδεσμεῖν δεῖ τὰς μὲν πρῶτας ἐπικολὰς τέτταρας ἢ πέντε κατὰ αὐτοῦ τοῦ αἱμορραγούντος ποιουμένων ἡμῶν, ἐντεῦθεν δὲ ἐπὶ τὴν ῥίζαν νεμομένων· λύειν δὲ διὰ τρίτης, καὶ εἰ μὲν ἀσφαλῶς ἐτὶ προσέχοιτο τῷ ἕλκει τὸ φάρμακον, αὐθὶς ἐν κύκλῳ περιχεῖν καὶ ὥσπερ ἐπιτείνειν τὸν ἐκ τῶν τριχῶν μῶτον καὶ ἐπιδεῖν ὁμοίως· εἰ δὲ αὐτομάτως ὁ μῶτος ἀποπίψοιτο, πιέζοντα ἡρέμα τῷ δακτύλῳ τὴν ῥίζαν τοῦ ἀγγείου ὡς μηδὲν ἐπιρρύηναι πρᾶψ τούτον ἀφαιρεῖν καὶ ἕτερον ἐπιβάλλειν, καὶ χρῆσθαι τῷ τρόπῳ τούτῳ τῆς θεραπείας ἄχρις ἂν ἐπιτραφῇ τῷ ἀγγείῳ σάρξ. Τὰ δὲ ποιούντα τὰς ἐσχάρας γυμνότερον ἐργάζεται τὸ μόριον ἢ κατὰ φύσιν εἶχε τῆς ἐσχάρας ἀποπιπλούσης, καὶ πολλάκις αἱμορραγία δυσεπίσχετος ἠκολούθησεν ἐκπιπλούσης