Ancient Greek
389.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 389.1
Unproofread scanNot analysed yet
ἐρπητα συνίσησι μετὰ ἀναβρώσεως τὸ συνεχὲς τοῦ δέρματος ἐπι-1 λαμβάνουσα· διὸ καὶ ἔρπης ὠνομάσθη τὸ πάθος· ἐὰν δὲ φλέγματι συμμιγῇ, τὸν ἕτερον ἔρπητα τὸν ὀνομαζόμενον κεγχρίαν ἀποτελεῖ, 2 κέγχροις ὁμοίας ἐξοχὰς κατὰ τὸ δέρμα ποιοῦντα. Ὁ μὲν οὖν καθαίρων πᾶν τὸ σῶμα πρῶτον, εἶτα ἐξῆς προσάγων τὰ ἀποκρουστικὰ τοῖς ἑπουνθόσι μορίοις, οὕτως ἰᾶται τὸν ἔρπητα προσήκοντως· ὁ δὲ εὐθὺς τοῖς ἐπουλοῦσι τὴν ἠλωμένην ἐπιδερματίδα χρῶμενος ταύτην μὲν ἰᾶται, τὴν δὲ ἐφεξῆς οὐ καλύψει διάθεσιν ἔχειν τὴν 3 ὁμοίαν τῇ προτέρᾳ. Κενώσωμεν οὖν τὸ σῶμα ὡς ἐν τοῖς ἐρυσιπέλασιν ὁμοίως, τοῖς δὲ ἑπουνθόσι τόποις οὐ τὰ αὐτὰ προσάξομεν· ψύχεσθαι μὲν γὰρ δέονται παραπλησίως τοῖς ἐρυσιπέλασιν, οὐκέτι 4 δὲ καὶ ὑγραίνεσθαι. Κατάλληλα δὲ αὐτοῖς τὰ ψύχοντα καὶ ξηραίνοντα· μήτε οὖν Ἡριδακίνην προσagéτω τις, μήτε φακὸν τὸν ἐπὶ τῶν τελμάτων, μήτε ἀνδράχνην, ἢ ἀείζωον, ἢ τι τῶν οὕτω ψυχόντων