Ancient Greek
390.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 390.1
Unproofread scanNot analysed yet
καὶ ὑγραίνοντων, ἀλλὰ κατὰ ἀρχὰς μὲν ἕλικας ἀμπέλου καὶ βάτου φύλλα καὶ ἀρνογλώσσου καταπλάττειν, ὕστερον δὲ φακὴν τούτοις μιγνύειν, καὶ ἡοτε καὶ μέλιτος καὶ ἀλφίτων, καὶ τὸ προγεγραμμένον πρὸς τὰς ἐκ ῥευμάτων φλεγμονὰς κατάπλασμα χωρὶς τοῦ 5 ἀείζωου· τὰ δὲ ἠλκαωμένα τοῖς φαρμάκοις ἐπιχρίειν τοῖς πρὸς ἑρπητας ὡιοῦσι τροχίσκοις λυομένοις γλυκεῖ ἢ οἴνῳ λεπτῷ καὶ αὐστήρᾳ μὴ παλαιῷ, ἢ ὀξυκράτῃ ὑδαρεῖ. Χρονίων δὲ ὄντων ἤδη τῶν 5 τοιούτων ἐλκῶν ἐπιτήδειος ὁ τε τοῦ Μούσα καὶ ὁ τοῦ Ἄνδρωνος τροχίσκος. Τὰ ἐπιπολῆς δὲ μόνον ἐλκώσαντος τοῦ ἑρπητος, εἰ μὴ 6 10 πᾶν χρόνιος τυγχάνει, μὴ καταχρίειν μηδενὶ τούτων· ἰσχυρότερα γάρ ἐστι καὶ ξηραίνει πλείον ἢ δεῖ· προσφέρειν δὲ τοῖς τοιούτοις ἑρπησι γλαυκίον τε καὶ τὰ τούτῳ παραπλήσια, μάλιστα μὲν ἀνέντα ὕδατι · μηδὲν δὲ ἀνύοντος καὶ ὀξὸς παραπλέκνειν. Καὶ χυλὸν δὲ 7