Ancient Greek
402.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 402.1
Unproofread scanNot analysed yet
ἐπίχρισιν, Θεραπεύσεις ἐπὶ ἀλφῷ μὲν ἐπίχριον ὑγροτέρῳ μᾶλλον, ἐπὶ ψώρας δὲ παχυτέρῳ, παχυτάτῳ δὲ τὰς λέπρας. Δρακοντίου ῥίζα σὺν ὄξει καταπλασσομένη ἀλφοὺς ἰᾶται, καὶ ἐλλέβορος ἑκάτερος, Θέρμων πικρῶν ἀφέψημα καταντλούμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον διὰ ὄξους ἢ ὀξυμέλιτος καππάρεως τῆς ῥίζης ὁ φλοιὸς σὺν ὄξει, κρίνου ῥίζα μετὰ μέλιτος, κρόμμυον σὺν ὄξει καταχρισόμενον ἐν ἡλίῳ, κροκοδείλου χερσαίου κόπρος ὁμοίως, καὶ ἡ τῶν ψαρῶν, ὅταν ὀρυζαν μόνην ἐσθίωσι, ἢ ὀστράκα σπητίας καυθέντα. Πρὸς δὲ ψώρας σταφὶς ἀγρία ποιεῖ, ἐλλέβορος ἑκάτερος, Θέρμοι πικροί, ὡς εἴρηται, καρδάμωμον μετὰ ὄξους, κρίνου ῥίζα μετὰ μέλιτος, ῥτίνη τερμινθίνη, καὶ θεῖον (τοῦτον πείραν εἰλήφαμεν), ἐρέβινθοι, αἰγεία κόπρος. Τὰς δὲ λέπρας ἀφιστᾶσιν ἀνεμῶναι προστιθέμεναι, ἐλλέβορος, ἀμπέλου λευκῆς ῥίζα.