Ancient Greek
403.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 403.1
Unproofread scanNot analysed yet
μθ'. Περὶ λειχηνῶν. Μιχθέντων ἰχώρων λεπτῶν καὶ δριμέων ἑτέροις παχυχύμοις οἱ λειχήνες συνίστανται, ῥάδιως εἰς ψώραν καὶ λέπραν μεταπίπτοντες διὰ τῶν ἰσχυρῶς ξηραινόντωναν χρήζουσι φαρμάκων. Ἄγρίους δὲ καλοῦσι λειχήνας τοὺς ὑπὸ μὲν τῶν μετριῶς ξηραινόντων οὐδὲν ὀνιναμένους, ὑπὸ δὲ τῶν σφοendrῶν παροξυνομένους. Χρὴ οὖν ἐπὶ τούτων φάρμακα παραλαμβάνειν δραστήρια μὲν ἰκανῶς, χωρὶς δὲ τοῦ δάκνειν σφοendrῶς. Ἔρευνθοι ποιοῦσι πρὸς λειχήνας, ἐλλέβορος ἐκάτερος, κοκκυμῆλας τὸ κῆμι ἐπὶ παιδίων, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, πίσσα μιγνυμένη κηρωτῇ, ἔξιον μετὰ ῥητίνης (τοῦτο πείραν ἔδωκεν), σίελον ἀνθρώπου ἐπὶ παιδίου· δεῖ δὲ συνεχῶς τῷ δακτύλῳ μετὰ τοῦ σιέλου τὸ πεπονθὸς ἀποτρίβειν δέρμα· κροκοδείλου χερσαίου κόπρος