Ancient Greek
423.2 to 423.8
Oribasius Med., Synopsis Ad Eustathium Filium 423.2-8
Unproofread scanNot analysed yet
3 διψώδεις καὶ τὰς κνήμας διὰ τὸ πολλάκις προσπλάειν ἀνιάτως ἠλκωμένας ἔχουσιν. Τοιαῦτα μὲν αὐτῶν τὰ γνωρίσματα · γνώσκειν δὲ χρὴ εἶδος μελαγχολίας εἶναι τὴν λυκανθρωπίαν, ἣν Θεραπεύσεις κατὰ τὸν χρόνον τῆς ἐπίσημασίας τέμνων φλέβα καὶ κενῶν τοῦ αἵματος ἄχρι λιποθυμίας, καὶ διαιτῶν τὸν κάμνοντα εὐχύμοις 4 τροφαῖς. Κεχρήσθω δὲ τοῖς λουτροῖς γλυκέσιν · εἶτα ὀρῷ γάλακτος χρησάμενος ἐπὶ τρεῖς ἡμέρας κάθαιρε τῇ διὰ κολοκυθίδος ἱερᾷ, καὶ δεύτερον καὶ τρίτον · μετὰ δὲ τὰς καθάρσεις καὶ τῇ διὰ τῶν ἐχιδνῶν 10 ᾿Θηριακῇ χρήση καὶ τὰ ἄλλα παραλήψη ὅσα ἐπὶ τῆς μελαγχολίας 5 εἴρηται. Ἐπερχομένης δὴ ἤδη τῆς νόσου τοῖς ὕπνους ἐμποιεῖν εἰωθόσιν ἐπιβρέγμασι χρήση · καὶ ὁπίῳ δὲ χρῖσον ὤτα καὶ μυκτήρας εἰς