Ancient Greek
424.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 424.1
Unproofread scanNot analysed yet
ια'. Περί φλεγμονῆς ἐγκεφάλου. Ἐκ τῶν Φιλουμένου. Φλεγμαινὼν ὁ ἐγκέφαλος οἴδεῖ πολλάκις οὕτως ὥστε καὶ τὰς ἐν 1 κεφαλῇ ράφας διίστασθαι. Καὶ ὀδυνὴ δὲ μεγίστη καὶ διαρκὴς σα- 2 ρέπεται, καὶ ἄση πολλή, ἔρυθρός τε κατὰ τοῦ προσώπου πολύ συνίσταται, καὶ τὰ ὀμματα προπετὴ γίνεται, καὶ οἴδεῖ τὸ πρόσωπον 5 καὶ ἡ κεφαλὴ πᾶσα. Φλεβοτομεῖν οὖν τούτους χρὴ καὶ κενοῦν ἀπὸ 3 ἀγκῶνος· δεῖ δὲ καὶ ἀπὸ ρίνος καὶ τῶν ὑπὸ τὴν γλῶσσαν ἀγγείων κενοῦν τοῦ αἵματος. Χρῶ δὲ καὶ ταῖς πρὸς τὰς φλεγμονὰς κατὰ τῆς 4 κεφαλῆς διαβροχαῖς καὶ καταπλάσμασι τοῖς ἀνυγραίνουσί τε καὶ πεπαίνειν δυναμένοις.