Ancient Greek
436.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 436.1
Unproofread scanNot analysed yet
ιβ'. Περί κεφαλαίας. Ἐπὶ τῆς κεφαλαίας τὰ μὲν μετὰ βάρους ἀλγήματα πλῆθος δηλοῖ, τὰ δὲ μετὰ δήξεως ἢ ἀτμῶν ἢ χυμῶν δριμύτητα, τὰ δὲ μετὰ σφυγμοῦ φλεγμονὴν, τὰ δὲ μετὰ τάσεως, εἰ μὲν ἄνευ βάρους καὶ σφυγμοῦ, πνεύματος ἀπέπλου καὶ φυσαώδους πλῆθος, εἰ δὲ μετὰ σφυγμοῦ, φλεγμονὴν ὑμενώδους σώματος, εἰ δὲ μετὰ βάρους, πλῆθος ἐντὸς τῶν ὑμένων ἰσχόμενον. Εἰ μὲν οὖν πλῆθος εἴη περιεχόμενον ἀτμῶν ἢ χυμῶν, ἐπισκοπεῖσθαι πότερον διὰ τὴν τοῦ μέρους ἀρρώστιαν, ἢ διὰ τὴν ἐν παντὶ τῷ σώματι ἐγένετο πλησμονήν, ἣν ἴασθαι ταῖς τοῦ ὅλου σώματος κενώσεσιν· τὴν δὲ ἐπὶ ἀσθενείᾳ τοῦ μορίου ἴασθαι, τὸ μὲν τι πᾶντι τοῦ σώματος ἀντιστῶν, τὸ δὲ τι ταῖς τοῦ μέρους ἰάσεσιν.