Ancient Greek
437.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 437.1
Unproofread scanNot analysed yet
κ'. Περί ἡμικρανίας. Θεραπεύειν τις ἐγχειρῶν ἡμικρανίαν ἐπισκεψάσθω πρότερον ὁποτέρας δεῖται καθάρσεως ἢ φλεβοτομίας ὁ κάμνων, εἶτα οὕτως ἐπὶ τὰ τῆς κεφαλῆς αὐτῆς ἀφικόμενος βοηθήματα, διὰ τε τῶν δακτύλων τῆς ἑαυτοῦ χειρὸς καὶ διὰ σινδόνων ἀνατριβῶν τὸ ἥμισυ μέρος τοῦ μετώπου ἐκθερμαινέτω πρὸ τῶν παροξυντικῶν ὥρων· μετὰ δὲ τὸν παροξυσμὸν τοῖς καλουμένοις ἡμικρανικοῖς φαρμάκοις χρήσθω, θερμασίας μὲν πολλῆς ἐν ταῖς ὀδύναις αἰσθόμενος τοῖς ἔχουσί τι ψυκτικόν, ἄνευ δὲ ταύτης τοῖς ἰκανῶς θερμαίνοσιν· μεμίχθω δὲ ἐκατέροις τῶν τονούντων τι, σιμπλικὴν ἔχον δηλονότι ποιότητα.