Ancient Greek
445.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 445.1
Unproofread scanNot analysed yet
ὡς καὶ τοὺς ὑπὸ παχέων καὶ γλίσχρων ὑγρῶν γεγόντας ἀχῶρας δύνασθαι κενοῦν, ὁποῖον ἐστὶν ἂλες καὶ χαλκίτις, καὶ ἡ κεκαυμένη τρυξ τοῦ οἴνου καὶ ἡ σανδαράχη καὶ ἡ ἀκατάσβεστος τίτανος· καὶ αἱ 4 χολαὶ τῶν θερμῶν καὶ ξηρῶν ζῴων. Ὄξος ἐπιτηδειότατόν ἐστιν ἐν παντὶ καιρῷ πρὸς ἀχῶρας τὸ δριμύτατον· τούτῳ γὰρ δεῦν ἄλ- 5 λοτε ἄλλο τῶν μεταλλικῶν ἴασθαι τοὺς ἀχῶρας. Ἐὰν δὲ φλεγμονώδης ἀχὼρ ᾖ, δῆλον ὡς πρότερον τὸ φλεγμονῶδες παύσεις τῷ παρύγρῳ 6 καλουμένῳ φαρμάκῳ. Ἔστι δὲ ἐπιτήδεια καὶ ἀπλὰ τάδε· μήκωνος ἀγρίας καὶ ὑοσκυάμου τὰ φύλλα τρίψας μετὰ οἴνου κατάπλασσε. 7 Ἡ σκουρίαν σιδήρου καὶ ῥόδων τὸ ἴσον τρίψας μετὰ οἴνου ἐπιτίθει. 8 Ἔνιοι δὲ ἀναλαμβάνουσι κηρωτὴ ῥοδίνη.