Ancient Greek
445.2 to 447.6
Oribasius Med., Synopsis Ad Eustathium Filium 445.2-447.6
Unproofread scanNot analysed yet
κθ'. Πρὸς τὰ τῆς κεφαλῆς ἐλκῦδρια. 1 Μολιβδαίνης καὶ μήκωνος φύλλων τὸ ἴσον τρίψας μετὰ οἴνου ἀναλάμβανε μυρσινίνῳ ἐλαίῳ, ὥστε κηρατῆς ἔχειν σάχος, καὶ τούτῳ ἐπαλείφων χρῶ. Ἡ καλαμίνθης ἀπαλῆς τὰ φύλλα καὶ ψιμυθίου τὸ ἴσον τρίψας καὶ διαλύσας κωδυῶν ἀφεψήματι ἀναλάμβανε μυρσινίνῳ ἐλαίῳ, ὡς γλοιοῦ ἔχειν σάχος, καὶ χρῶ πρὸς τὰ ῥηγνύμενα τῶν ψυδραχίων καὶ ἐπώδυνα. λ'. Πρὸς δυσωδίαν κεφαλῆς. Βαλάνου μυρεψικῆς ἀποπίεσμα καὶ νάρδον ἴσα τριβὼν ἐν τῷ αὐτῷ καὶ σάχος ποιῶν μέλιτος ἄλειφε συμξάμενος τὴν κεφαλὴν μετὰ οἴνου παλαιού. λα'. Πρὸς τὰς τῆς ῥινὸς δυσωδίας. Σμύρνης, ἁκανίας, ἁμώμου ἄνδ Λα' κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἐθβθ· ἐκ τούτου κέλευε προσκολλάσθαι τῷ ἄκρῳ τῆς ῥινὸς διαφράγματι. λβʹ. Πρὸς ὑπώπια. Τὸ Νείλου κολλύριον διὰ ῥόδων ὕδατι διεῖς ἐπίχρειε, ἀφεψήματι πυρίων μελιλώτου τε καὶ τήλεως, κατὰ ἀρχὰς μὲν ἀμφοτέρων, μετὰ δὲ ταῦτα ἀπὸ τήλεως μόνης, καὶ τῷ διὰ σμύρνης κολλυρίῳ. Ὅταν δὲ μὴ δράσῃ ταῦτα, τὸ διὰ σάνδυκος κολλύριον χρήσιμον. λγʹ. Πρὸς ἐκχυμώματα κεχρονισμένα. Ῥάφανος καταπλασσομένη ποιεῖ· ἀφαίρει δὲ αὐτὴν ὅταν ἀρξεται δάκνειν. Ἡ ῥαφάνου χυλὸν μετὰ ψυχῶν κατάπλασσε. λδʹ. Πρὸς χεῖλη κατερόργωτα. Ὦοῦ τὸν ἐντὸς ὑμένα ὡς σπληνίον ἐπιτίθει· τὸ δὲ αὐτὸ ποιεῖ καὶ τὰ ἀράχνια τὰ ἐν τοῖς δοκοῖς τὰ λευκά. Τὰς δὲ βαθυτέρας ἐπιρρήξεις ἐπάλειφε σίεατι βοείῳ, ἢ αἰγείῳ, ἢ μυελῷ βοείῳ καὶ ῥητίνῃ.