Ancient Greek
448.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 448.1
Unproofread scanNot analysed yet
λϛʹ. Πρὸς ἐφήλεις καὶ σπίλους καὶ φακοὺς. Ἐκ τῶν Γαληνοῦ. Ἄμπέλου ἀγρίας οἱ βότρυες ἐφήλεις καὶ σπίλους ὅσα τε τοιαῦτα κατὰ τοῦ δέρματος ἐπιπολῆς γίνεται, θεραπεύουσιν. Ἄμύγδαλα πικρὰ ἐφήλιν ἀποκαθαίρει, καὶ αἱ ρίζαι τούτου τοῦ δένδρου ἐφθαι καταπλασσόμεναι. Κόστος πρὸς ἐφήλιν ψοιεῖ μετὰ ὕδατος ἢ μελίτος. Κράμβη πρὸς ἐφήλεις καὶ φακοὺς ὅσα τε ἄλλα δεῖται μετρίας ρύψεως, καὶ σπητίας ὀστρακον καυθὲν τὰ αὐτὰ ψοιεῖ.