Ancient Greek
449.8
Oribasius Med., Synopsis Ad Eustathium Filium 449.8
Unproofread scanNot analysed yet
1 Φλεγμονὴ τοῦ περιοστέου τε καὶ περικρανίου καλουμένου χιτῶνός ἐστιν ἡ ὀφθαλμία · ἀποκρουστικὰ δὲ παραληπτέον ἐπὶ αὐτῆς Φάρμακα τὰ μὴ τραχύνοντα, τούτεστι μὴ σφοδρὰν ἔχοντα τὴν σίλψιν. Ὡς τὸ πολὺ οὖν ἄρκεῖ τὸ λευχὸν τοῦ ψοῦ μετὰ τῶν ἐπιτη- 2 δέων φαρμάκων ἐκθεραπεύειν τὰς ὀφθαλμίας, τῶν καλουμένων μονοημέρων κολλυρίων· ἐπὶ δὲ τῆς ὑστεραίας ἡμέρας τῷ καλουμένῳ 5 ναρδίνῳ πρὸς ἀποκατάστασιν καὶ τόνωσιν ὑπαλείφασθαι. Ἐπὶ ὧν 3 μὲν οὖν ἐπικρατεῖ τὰ σιλῦφοντα πλεῖστον εἶναι δεῖ τὸ λευχὸν τοῦ ψοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου· ἐπὶ ὧν δὲ τὰ πεπλινὰ πλεονάζει, βραχὺ παχυτέρῳ χρηστέον. Πυρία δὲ χρηστέον διὰ σπόγγου, με- 4 τριῶς μὲν ὀδυνώμενοις ἅπαξ ἢ δις τῆς ἡμέρας· εἰ δὲ σφοδρότερον 10 ὀδυνώμενοι τυγχάνοιεν, ἀμείνων ἐστὶ καὶ τρίς καὶ τετράκις καὶ πλεονάκις χρήσθαι· ἡ πυρία δὲ διὰ ἀφεψηήματος γινέσθω μελιλάτου καὶ τήλεως.