Ancient Greek
450.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 450.2
Unproofread scanNot analysed yet
μ'. Περὶ τῶν ἐν ὀφθαλμῷ φλεγμονῶν. Πλῆθους μὲν ὑποκειμένου φλεβοτομητέον, ἢ καθαρτέον, ἢ κλυ- 1 10. τρίς] δις BP. σλέον, ἢ ἀστισίαν παραληπλέον, καὶ οὕτω ταῖς ὑπαλείψεσι χρηστέον διὰ τῶν ἀποκρούεσθαι δυνάμενων τὴν ἐπιφορὰν · μὴ ὄντος δὲ πλῆθους, ἀλλὰ εἰ διὰ τινα διάθεσιν μετρίαν περὶ τοὺς ὀφθαλμοὺς οὖσαν ῥευμάτιον φέροιτο, χρηστέον ἐν ἀρχῇ ὑπαλείψει, πρᾶυνοντα τὸν ἐρεθισμὸν τοῖς φαρμάκοις καὶ τὸν ῥευματισμὸν σιέλλοντα, οἷον ἐστὶ 2 τὸ Νείλου διὰ ῥόδων καὶ τὸ μηδικὸν καὶ τὸ νάρδινον. Ἐὰν δὲ περὶ τὴν κεφαλὴν μόνην πλεονάζῃ τὰ ὑγρά, σφηνώσεως οὖσης, σιμίας δεῖ προσβάλλειν τῇ ἰνίᾳ καὶ κατασχάζειν τὸ δέρμα, ἢ βδέλλας προσβάλλειν κατὰ τὸν ἀλγοῦντα ὀφθαλμὸν τοῖς περὶ τὸν κρόταφον τόποις συνεχέστερόν τε τοῦ ὄοῦ τῷ λευκῷ ἢ τῷ γάλακτι ἐγχυματίζειν, καὶ ἀποπρᾶυνειν διὰ τούτων τὰ ἀλγήματα · ἐπὶ ὧν δὲ θερμὸν καὶ πυρώδες ἐστὶ τὸ ῥεῦμα καὶ δριμὺ ἢ ἀλμυρόν, καὶ καταπλασματι χρήσθαι τῷδε · ἄρτου καθαροῦ τὸ ἐντὸς βρέχε ὕδατι καὶ λει- 3 ναν ὀλίγον ῥοδίνον πρὸςμισεγε καὶ ἐπιτίθει τῷ ἄνω βλεφάρῳ. Ἡ κωδιῶν ἀφεψήματι πάλιν ἀλφίτων ἐνέψων κατάπλασσε ὀλίγον