Ancient Greek
464.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 464.2
Unproofread scanNot analysed yet
νδʹ. Περί ἐκπίεσμου. Ἐκπιέζονται οἱ ὀφθαλμοί ἐνίοτε ὥστε διαμένειν ἐξέχοντας. Τοὺς 1-2 μὲν οὖν ὑπὸ ἀγχόνης ἐκπιεσθέντας ἀπὸ ἀγχόνος φλεβοτομεῖν· εἰ 5 δὲ ἄλλως γένοιτο, φαρμακεύειν ἑλλεβόρῳ μέλανι, ἢ σκαμμωνία. Τὰς δὲ ἐκ τῶν ὠδίνων ἐκθλίψεις τῶν ὀφθαλμῶν πολλάκις μὲν καὶ 3 αἱ ἐν τοκετοῖς ἐπιγιγνόμεναι καθάρσεις λύουσι, ὅθεν δεῖ συνεργεῖν ταύταις. Ἐπὶ δὲ τῶν ἀνδρῶν μετὰ τὴν φλεβοτομίαν εἰ μὴ κατασταίη- 4 σαν, σικῦαν τῷ ἰνῷ προσβάλλειν, ἐπιτιθέναι δὲ ξρίου μέλιτι κε- 10 χρισμένον, ἢ κροκῦδα μετὰ ὕδατος, ἄνωθὲν τε σπύγμα ἐπιδεῖν ἰσυχῇ. Συμφέρει δὲ τούτοις καὶ θάλασσα ψυχρὰ προσαντλουμένη 5 τῷ προσώπῳ, καὶ σέρεως χυλὸς καὶ πολυγόνου μετὰ μηκονείου ἐπιχρισμένος, καὶ τὰλλα ὅσα δύναται σῆλειν καὶ συνάγειν.