Ancient Greek
465.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 465.1
Unproofread scanNot analysed yet
νγ´. Περὶ συγχύσεως. Τὰς μὲν οὖν ἐκ ψλῆγῆς συγχύσεις φλεβοτομίᾳ τε ἀπὸ ἀγκῶνος, καὶ αἵματος νεοσφαγοῦς, μάλιστα μὲν τρυγόνος· εἰ δὲ μή, καὶ περιστερᾶς ἐκπληροῦντας ὅλον τὸν ὀφθαλμὸν θεραπεύειν, εἶτα ἐπιτιθέναι ξῆριον μαλακόν, βρέξαντας εἰς ᾧὸν ἀνακεκομμένον μετὰ οἴνου καὶ ῥοδίνου καὶ ἐπιδεῖν. Τῇ δὲ ἐξῆς τὸ αὐτὸ ποιεῖν, καὶ τῇ τρίτῃ ἀποπυρίαν καὶ γάλακτι ἐγχυματίζειν, καὶ καταπλαττεῖν τοῖς ἐπιτηδείοις, εἶτα ὑπαλείφειν τοῖς πρὸς τὰς παλαιὰς διαθέσεις, οἷον ἐστὶ τὸ χιακόν.