Ancient Greek
479.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 479.2
Unproofread scanNot analysed yet
ε'. Περὶ ἀσθματικῶν. Ἐκ τῶν Γαληνοῦ. Τοῖς λεγομένοις ἀσθματικοῖς ἄρμόσει τὰ τέμνοντα φάρμακα χωρὶς τοῦ θερμαίνειν σφοδρῶς, καὶ διὰ τοῦτο αὐτοὺς κάλλιστα ὀνίνησιν ὄξος τε σκιλλιτικόν, αὐτὴ τε ἡ σκίλλα, καὶ τὸ διὰ τοῦ τοιούτου ὄξους ὀξύμελι. Συνενέγκοι δὲ ἂν τῷ ὀρθοπνοϊκῷ κίσηρις μετὰ νίτρου καὶ τρυξ οἴνηρά κεκαυμένη μετὰ σχοίνου ἄνθους, καὶ ἄρσενικὸν μετὰ ἀλκυονίου. Φίλιππος δὲ φησιν ἐγνωκέναι τινὰ ὅς δύο μέρη κισηρέως καὶ ἕν μέρος ἀφρονίτρου κόπτιων καὶ σήθων προσέπασσε τῷ ἁλείμ-