Ancient Greek
480.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 480.1
Unproofread scanNot analysed yet
ματι, ἔπειτα ἀνέτριψε, καὶ πυρρὸς καὶ αἱματώδης ἐγίνετο, καὶ τοῦτο ποιῶν ἄσθμα, βήχα, καὶ πυώδη διάθεσιν ἀπετρίβετο. Τὰ δὲ 4 μείζω τῶν ἰαμάτων κάθαρσις μὲν συνεχεσιτέρα ἀπὸ φαρμάκων ἰσχυροτέρων, καὶ ἔμετοι ἀπὸ ῥαφανίδων καὶ μαλάγματα δὲ ὅσα ἐλκοῦ 5 τὴν ἐπιφάνειαν καὶ ἕλκει ἰχώρας. Καὶ ἀριστολοχία δὲ ἡ στρογγύλη 5 μετὰ ὕδατος πινομένη ἀσθματικοῖς βοηθεῖ· κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα, σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα, καλαμίνθης ὁ καρπός, καὶ ὕσσωπος, καὶ ἱρὶς, μελάνθιον. Ὄνων τῶν ὑπὸ ταῖς ὑδρίαις ἐξεῖλην 6 βαλὼν εἰς ἄγγος κεραμεοὺν Φρύγε ἐπὶ ἀνθράκων· λευκανθέντας δὲ 10 τρίβες, καὶ μέλιτι ἐφθῷ ἀναλαβὼν δίδου μύστρου ἐκλείχειν πρὸ τροφῆς. Ἄλλο· Σκίλλης ὠμῆς τὸν χυλὸν ἐχθλίβε καὶ μέξας αὐτῷ 7 μέλιτος τοσοῦτον ἐψε ἐπὶ ἀνθράκων καὶ δίδου μύστρου πρὸ τροφῆς καὶ μετὰ τροφήν.