Ancient Greek
48.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 48.2
Unproofread scanNot analysed yet
κε' Περί πυριάσεων καὶ αἰονήσεων καὶ καταπλασμάτων καὶ σικυῶν. Ἐκ τῶν Γαληνοῦ. Ἄραιον εἴωθασιν αἱ πυρίαι τὸ δέρμα καὶ εὐδιάπνευστον ἐργάζεσθαι, καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν, καὶ εἰ περιουσία πολλὴ τις εἴη κατὰ ὅλον τὸ σῶμα, πλεῖον ἐπὶ τὸ θερμαινόμενον μέρος ἐλκυθήσεται τοῦ διαφορουμένου, καὶ χρὴ πρὸ τῶν πυριάσεων κενοῦν τὸ ὅλον σῶμα. Αἱ μὲν οὖν ὑγραὶ πυρίαι φλεγμοναῖς ἀρμόττουσιν ὑπὸ χολωδεστέραν χυμῶν γενομέναις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ λεπτοῦ καὶ ὑδατώδους αἵματος, καὶ