Ancient Greek
49.1
Oribasius Med., Synopsis Ad Eustathium Filium 49.1
Unproofread scanNot analysed yet
αἱ μὲν ἀδηπτοὶ πυρίαι τοῖς δακνώδεσιν ἀρμόττουσι· χυμοῖς, αἱ δὲ 3 δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς παχέσι καὶ γλίσχροις. Καὶ θερμαίνειν δὲ ὑποχόνδρια αἰονήσεσιν ἢ καταπλάσμασιν οὐ διὰ παντὸς ἀσφαλές, ἀλλὰ ἐπὶ ἐκείνων μόνων τῶν ἀρρώσιων ἐπὶ ὧν οὐδὲν ἐστὶ περιττὸν ἐν ὅλῳ τῷ σώματι· τοῖς δὲ ἄλλοις ἅπασιν κα- 4 κὸν ἔσχατον. Καὶ ἐν ἀρχῇ δὲ φερομένων ἐτι τῶν ῥευμάτων ἐπὶ τὸ πεπονθὸς, ἀποκρούεσθαι βέλτιόν ἐστιν· εἰ δὲ ἡ τε φορὰ παύσαιτο διὰ τῶν ἀποκρουστικῶν, ἡ τε γενομένη πύκνωσις τοῖς πεπονθόσι κατέχοι τὰ παχύτερα, καιρὸς ἤδη χαλᾶν ὑπὲρ τοῦ κενῶσαι τὰ πε- 5 ριεχόμενα· μάλιστα δὲ ὅταν εἰς ἧπαρ ἢ γαστέραν κατασκηπῇ τὰ περιττά, τοῖς σιύφοις κεχρῆσθαι· κύρια γὰρ τὰ μόρια. Καὶ ἐπειδὰν δὲ καιρὸς ἤδη διαφορεῖν τὰ σῆριχθέντα, καὶ τότε δεῖται σιύφεσθαι τὰ μόρια ταῦτα, ὥστε ἀφεψήσαντα ἀψίνθιον ἐλαίῳ αἰοῦν δεῖ, 6 ἢ μηλίνῳ, ἢ σχινίνῳ, ἢ μασλίνῳ. Ὡσαύτως δὲ καὶ τὰ καταπλάσματα