Ancient Greek
482.1 to 482.2
Oribasius Med., Synopsis Ad Eustathium Filium 482.1-2
Unproofread scanNot analysed yet
νόντων, ὅσα δὲ ἰσχυρότερα κατὰ τὰς παρακμὰς τῶν φλεγμονῶν. Μέτρια μὲν οὖν ἐστὶν ὁ τε τῆς σιτισάνης χυλὸς καὶ τὸ μελίκρατον· ἰσχυρότερον δὲ τὸ τῆς ἀκαλήφης σπέρμα καὶ ὅταν ἐμβληθῇ τι τῷ μελικράτῳ τῶν δριμειῶν βοτανῶν, οἷον ὀριγάνου καὶ ὑσσώπου καὶ καλαμίνθης, γλῆχους τε καὶ ἱρεως. η'. Πρὸς πλευρῶν ὀδύνας. Ἐκ τῶν Γαληνοῦ. Πλευρῶν δὲ ὀδύνας ἄνευ πυρετῶν βδέλλιον ἴᾶται, καὶ κόστος. Κράμβης καυλῶν καυθέντων τῇ τέφρᾳ μιγνύντες στέαρ σαλαίδν, εἰς τὰ τῶν πλευρῶν ἀλγήματα χρῶμεθα, καὶ εἴ τι τοιούτον ἕτερον· διαφορητικὸν γὰρ ἰσχυρῶς ἐστὶ τὸ φάρμακον.